Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.278 Joseph. AJ 13.283 (English) >>Joseph. AJ 13.289

13.281Ὑρκανὸς μὲν οὖν τὴν πόλιν ἑλὼν ἐνιαυτῷ πολιορκήσας οὐκ ἠρκέσθη μόνῳ τούτῳ, ἀλλὰ καὶ πᾶσαν αὐτὴν ἠφάνισεν ἐπίκλυστον τοῖς χειμάρροις ποιήσας· διασκάψας γὰρ αὐτὴν ὥστʼ εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο. 13.282παράδοξον δέ τι καὶ περὶ τοῦ ἀρχιερέως Ὑρκανοῦ λέγεται, τίνα τρόπον αὐτῷ τὸ θεῖον εἰς λόγους ἦλθεν· φασὶν γάρ, ὅτι κατʼ ἐκείνην τὴν ἡμέραν, καθʼ ἣν οἱ παῖδες αὐτοῦ τῷ Κυζικηνῷ συνέβαλον, αὐτὸς ἐν τῷ ναῷ θυμιῶν μόνος ὢν ἀρχιερεὺς ἀκούσειε φωνῆς, ὡς οἱ παῖδες αὐτοῦ νενικήκασιν ἀρτίως τὸν Ἀντίοχον. 13.283καὶ τοῦτο προελθὼν ἐκ τοῦ ναοῦ παντὶ τῷ πλήθει φανερὸν ἐποίησεν, καὶ συνέβη οὕτως γενέσθαι. καὶ τὰ μὲν περὶ Ὑρκανὸν ἐν τούτοις ἦν. 13.284

Κατὰ δὲ τοῦτον ἔτυχε τὸν καιρὸν μὴ μόνον τοὺς ἐν Ἱεροσολύμοις καὶ τῇ χώρᾳ Ἰουδαίους εὐπραγεῖν, ἀλλὰ καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας καὶ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ· 13.285Κλεοπάτρα γὰρ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν. 13.286παραδοῦσα δὲ τούτοις Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν Καππάδοξ λέγων οὕτως·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.278 Joseph. AJ 13.283 (English) >>Joseph. AJ 13.289

Powered by PhiloLogic